Ancient Greek
530.2
Protagoras Soph., Testimonia 530.2
Unproofread scanNot analysed yet
2. PHILOSTR. V. soph. I 10 [vgl. oben S. 369, 40] Π. δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ 10 Περσῶν μάγοις κατὰ τὴν Σέφουν ἐπὶ τὴν Ἑλλάδα ἐλθόν. πατὴρ γὰρ ἦν αὐτῷ Μαϊανδρος πλοῦτιν κατεσκευασμένος παρὰ πολλούς τῶν ἐν τῇ Θραΐκῃ, δεξάμενος δὲ καὶ τὸν Σέφουν οἰκία τε καὶ δώροις τὴν ἐγγονοσίαν τῶν μάγων τῷ παιδὶ παρ’ αὐτοῦ εὐρέτο. οὐ γὰρ παιδεύουσι τοὺς μὴ Πέρσας Πέρσαι μάγοι, ἢν μὴ ὁ βασιλεὺς ἐφή. τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσί θεοὶ εἴτε 2 15 οὐκ εἰσί, δοκεῖ μοι Π. ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομήσαι· μάγοι γὰρ ἐπιθεάζουσι μὲν οἷς ἀφανεῖς ὁρῶσι, τὴν δὲ ἐκ φανερῶν δόξαν τοῦ θελοῦ καταλύουσι οὐ βουλόμενοι δοκεῖν παρ’ αὐτοῦ δύνασθαι. διὰ μὲν δὴ τοῦτο πά- 3 σης γῆς ὑπὸ Ἀθηναίων ἠλάθη ὡς μὲν τινες, κριθείς, ὡς δὲ ἐνίοις δοκεῖ, ψήφου ἐπενεχθείσης μὴ κριθέντι. νήσους δὲ ἐξ ἡπείρων ἀμελθῶν καὶ τὰς Ἀθηναίων 20 τριήρεις φυλαττόμενος πάσαις θαλάτταις ἐνεσπαρμένας κατέδυ πλέων ἐν ἀκατίωι μακρῷ. τὸ δὲ μισθοῦ διαλέγεσθαι πρῶτος εἶρε, πρῶτος δὲ παρέδωκεν 4 Ἑλλησι, πρᾶγμα οὐ μεμπτόν· ἂ γὰρ σὺν δαπάνῃ σπουδάζομεν, μᾶλλον ἀσπαζόμεθα τῶν προῖκα. γνωὸς δὲ τὸν Πρωταγόραν ὁ Πλάτων σερνῶς μὲν ἐρημνεύοντα, ἐνυπτιάζοντα δὲ τῇ σερνότητι καὶ πον καὶ μακρολογώτερον τοῦ 25 συμμέτρου, τὴν ἰδέαν αὐτοῦ μύθῳι μακρῷ ἐχαρακτήρισεν. [Zu §2 vgl. Deinon S. 511, 39].