Ancient Greek
531.1
Protagoras Soph., Testimonia 531.1
Unproofread scanNot analysed yet
τὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄχοντας πάλιν αὖ ἄγοντες ἐμβάλλουσιν εἰς τέχνας, λογισμούς τε καὶ ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν διδάσκοντες (καὶ ἄμα εἰς τὸν Ἰππλαν ἀπέβλεψεν), παρὰ δ’ ἐμὲ ἀφιχώμενος μαθήσεται οὐ περὶ ἄλλου τού ἡ περὶ οὗ ἥκει. τὸ δὲ μάθημα ἐστὶν εὐβουλία περὶ τῶν οἰκείων, ὅπως ἂν ἀρίστα τὴν αὑτοῦ οἰκίαν διοικῇ, καὶ περὶ τῶν τῆς πόλεως, ὅπως τὰ τῆς πόλεως δυνατώτατος ἂν εἴη καὶ πράττειν καὶ λέγειν . . . Σοκρ. Δοκεῖς γὰρ μοι λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑποχρεῖσθαι ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας. —Αὐτὸ μὲν οὖν τοῦτό ἐστιν, ἔφη, ὦ Σώκρατες, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι. 349A σὺ γ’ ἀναφανδὸν σεαυτὸν ὑποχρησάμενος εἰς πάντας τοὺς Ἕλληνας σοφιστὴν ἐπωνομάσας σεαυτὸν ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τοῦτον μισθὸν ἀξιώσας ἀρνεῖσθαι.