Ancient Greek
531.2 to 531.3
Protagoras Soph., Testimonia 531.2-3
Unproofread scanNot analysed yet
6. PLATO Prot. 328B (Protag. spricht) διὰ ταῦτα καὶ τὸν τρόπον τῆς πράξεως τοῦ μισθοῦ τοιούτον πεποίημαι· ἐπειδὰν γὰρ τις παρ’ ἐμοῦ μάθη, ἐὰν μὲν βούληται, ἀπέδωκεν ὃ ἐγὼ πράττομαι ἀργύριον· ἐὰν δὲ μή, ἐλθὼν εἰς ἱερὸν ὁμόσας, ὅσον ἂν φῇ ἀξία εἶναι τὰ μαθήματα, τοσοῦτον κατέθηκε. 7. ——329B Π. δὲ ὧδε ἰκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, ὡς αὐτὸ δηλοῖ, ἰκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρόμενος περιμεῖναι τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοι ἐστὶ παρεσκευασμένα. Vgl. 334A.