Ancient Greek
1 to 3
PROTAGORIDES CYZICENUS, Fragmenta 1-3
Not analysed yet
Τίνα δ ̓ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ πρώτῳ Περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως· «Τρίτη δ ̓ ἐστὶν ἰδέα δείπνων Αἰγυπτιακὴ, τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.» Πρωταγορίδης δ ̓ ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησι· «Παντὸς δ ̓ ὀργάνου καταμίτου ἧπται, κροτάλων, ὁποφανοῦ (?)πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ἁρμονίας ἀναμινυρίζει.» Τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μὲν, ὡς προείρηται, καὶ Πρωταγορίδης ἐν δευτέρῳ Περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων.