Ancient Greek
Dfhg-Source dfhg4_PROTAGORIDES_CYZICENUS
PROTAGORIDES CYZICENUS, Fragmenta 4
Not analysed yet
Πρωταγορίδης δ ̓ ἐν δευτέρῳ τῶν Κωμικῶν ἱστοριῶν, τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν, λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων, ἐν τούτοις· «Τὴν γὰρ ἡμέραν ἀνηλιάζοντες αὐτὸ, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον, τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι ̓ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. Ὄρθρου δὲ καθαιροῦντες, καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες, λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον, ἐν ἀχύροις τιθέασι τὰς ὑδρίας, οἶθ ̓ οὕτως χρῶνται, χιόνος οὐδ ̓ ἡντινοῦν χρείαν ἔχοντες.»