Ancient Greek
231.1
Pseudo-Archytas, Fragmenta 231.1
Unproofread scanNot analysed yet
ἀνθρώπων, οὐδὲ μὴν θεῶν καὶ φυτῶν· καὶ τὸ μηδὲν ἔχειν ἐναντίον ἀνθρώπῳ γὰρ ἄνθρωπος οὐκ ἔστιν ἐναντίον, οὐδὲ μὴν θεῷ θεός, ἐπεὶ δὲ ταῖς ἄλλαις οὐσίαις τὸ καθ’ αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὥσπερ γλυκύτητα καὶ χαροτότητα ὀφθαλμῶν οὐσίας οἰκείας πᾶσα γὰρ οὐσία καθ’ αὑτὰν ἐστιν· τὰ δὲ συνυπάρχοντα ἢ συμβεβηκότα· ἢ ἐν ταύτῃ ἢ οὐκ ἄνευ ταύτας. Καὶ τὰ ποιότατι δὲ πρέποντι πολλὰ καὶ τῶν τῶν οὐσιῶν, οἷον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον.