Ancient Greek
231.3
Pseudo-Archytas, Fragmenta 231.3
Unproofread scanNot analysed yet
12. Τῆς οὐσίας ἴδιον ὑπάρχειν τὸ τὴν αὐτὴν καὶ μίαν ἀριθμῷ διαμένουσαν τῶν ἐναντίων δεκτικὴν ἡμεν, ἐναντίων μὲν ὅσων ἐγρήγορσις, ταχυτάτη δὲ βραδυτάτης, ὑγείας δὲ νόσος· καὶ ὁ αὐτὸς ἄνθρωπος καὶ εἰς ἀριθμῷ γίνεται δεκτικὸς τούτων· καὶ γὰρ δὲ ἐγρήγορε καὶ ἐώδει καὶ βραδύνως καὶ ταχύνως κινεῖται, καὶ ὑγιαίνει δὲ καὶ νοσεῖ καὶ τῶν τούτοις ὁμοίων δεκτικὸς ἐστι, οὐ κατὰ τὴν αὐτὴν δὲ χρόνον.