Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 26
Not analysed yet
26. Ἀπὸ δὲ Ἅλυος ποταμοῦ εἰς τὸν Ναύσταθμον, ἐν ᾧ καὶ λίμνη ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ναυστάθμου λίμνης εἰς Κωνώπειον λίμνην στάδια ν΄, μιλια Ϛ΄, ∠΄Ϛ΄. Ἀπὸ δὲ Κωνωπείου λίμνης εἰς Εὐσήνην, τὴν καὶ Δαγάλην λεγομένην, στάδια ρκ΄, μίλια ιϚ΄. ἀπὸ δὲ Εὐσήνης εἰς Ἀμισὸν πόλιν στάδια ρξ΄, μίλια κα΄, ∠΄Ϛ΄. Ἀμισὸς, πόλις Ἑλληνὶς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεὶται.