Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 27
Not analysed yet
27. Ἐν τῇ Λευδοσύρων γῇ κειμένη, Φωκαέων ἀποικία· τέσσαρσι γὰρ πρότερον ἔτεσιν οἰκισθεῖσα τῆς Ἡρακλείας, ἔλαβεν Ἰωνικήν κτίσιν. Κατὰ δὲ τὴν πόλιν ταύτην τῆς Ἀσίας σχεδὸν στεότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικὸν κόλπον διήκων τήν τε Ἀλεξανδρούπολιιν, τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δὲ ὁδὸν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας γὰρ λέγεται ἰσθμωδέστατον εἴς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. Ὁ δὲ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων ἐκ τῆς Κιλικίας ἀνδρί γ᾿ εὐζώνῳ μολεῖν πένθ᾿ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δὲ ἔχει τὰ πάντα πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν, εἶτ᾿ Ἰωνικὸν καὶ Δωρικὸν, τὰ λοιπὰ δὲ τῶν μιγάδων χωρὶς βάρβαρα· Κίλικες μὲν οὖν Λύκιοί τε καὶ πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάσσιοι οἰκοῦσι, Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες δὲ τήν μεσόγαιαν, οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικὴν, Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.