Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 34
Not analysed yet
34. Ἀπὸ δὲ Κοτυώρου κὸλπος ἐκδέχεται. Εἰ; πλεύσαντι δὲ αὐτὸν εἰς Μελάνθιον ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κοτυώρου μὴ παραπλέοντι τὸν κόλπον, ἀλλʼ ἐπʼ εὐθείας διαπλέοντι τὸ στόμα τοῦ κόλπου, εἰς Ἑρμώνασσαν, χωρίον Τραπεζουσίων, στάδια τ΄, μίλια μ΄. Ἀπὸ δὲ Μελανθίου ποταμοῦ εἰς Φαρμαντὸν ποταμὸν στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Φαρμαντοῦ ποταμοῦ εἰς φαρμακίαν ἤτοι τὴν λεγομένην Φαρνακίαν στάδια ρκ΄, μίλια ιϚ΄. Αὕτη ἡ Φαρνακία πάλαι μὲν Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος ,καθʼ ἣν ἔρημος κειμένη παρήκει νῆσος Ἄρεως λεγομένη.