Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 35
Not analysed yet
35. Ἀπὸ οὖν Φαρνακίας τῆς καὶ πάλαι Κερασοῦντος ἕως πλησίον Κοτυώρου πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Μοσυνοικοὶ, ἔθεσιν νόμοις τε ἔργοις τε βαρβαρικώτατοι· φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δʼ ἀεὶ ἕκαστα πράττειν· τὸν δʼ ἑαυτῶν βασιλέα δεδεμένον, ἐν πύργῳ τε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως ἵνα πάντα προςτάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τήν τροφήν.