Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 36
Not analysed yet
36. Ἀπὸ δὲ Φαρωακίας εῖς τὴν Ἀρητιάδα νῆσον, ἔχουσαν ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, στάδια λ΄, μίλια δ΄ . Ἀπὸ δὲ τῆς Ἀρητιάδος νήσου εἰς Ζεφύριον χωρίον στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Ζεφυρίου χωρίου εἰς Τρίπολιν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τριπόλεως εἰς Ἀργυρὰ στάδια κ΄, μίλια β΄, ∠΄Ϛ΄. Ἀπὸ δὲ τῶν Ἀργυρῶν εἰς Φιλοκάλειαν στάδια ϟ, μίλια ιβ΄. Ἀπὸ δὲ Φιλοκαλείας εἰς Κόραλλα στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κοράλλων εἰς Κερασοῦντα, πόλιν καὶ ποταμὸν, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κερασοῦντος εἰς Ἱερὸν ὄρος, ἐν ᾧ καὶ πόλις καὶ ὕφορμος, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἱεροῦ ὄρους εἰς Κορδύλην χωρίον, ἐν ᾧ καὶ ὅρμος ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Κορδύλης εἰς Ἑρμύσην στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ἑρμύσης εἰς πόλιν Τραπεζοῦντα, ἐν ἦ ὅρμος λεγόμενος Δαφνοῦς, στάδια ξ΄, μίλια η΄. Τραπεζοῦς, πόλις Ἑλληνὶς, Σινωπέων ἔποικος, ἐπὶ θαλάσσῃ ᾠκισμένη.