Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 38
Not analysed yet
38. Ἀπὸ δὲ Τραπεζοῦντος εἰς Ὕσσον λιμένα, τὸν νῦν λεγόμενον Σουσάρμοια, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Σουσαρμίων εἰς Ὀφιοῦντα ποταμὸν, ἐν ᾧ σάλος συμμέτροις ναυσὶ, στάδια ϟ΄, μίλια ιβ΄. Οὗτος ὁ Ὀφιοῦς ποταμὸς διορίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. Ἀπὸ οὖν Ὀφιοῦντος ποταμοῦ τὰ ἔθνη τῶν δύο Πόντων ἐστί· τὰ δὲ ἐχόμενα βαρβάρων διαφόρων ἐστὶν ἐθνῶν. Ἀπὸ δὲ Ὀφιοῦντος ποταμοῦ εἰς Ψυχρὸνν λεγόμενον ποταμὸν στάδια λ΄, μίλια δ΄.