Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 39
Not analysed yet
39. Ἀπὸ δὲ Ψυχροῦῦ ποταμοῦ εἰς Καλὸνποταμὸν, τὸν νῦν λεγόμενον Καλήν παρεμβολήν, στάδια λ, μίλια δ. Ἀπὸ δὲ Καλῆς παρεμβολῆς εἰς τὸν Ῥίζιον λεγόμενον ποταμὸν καὶ λιμένα στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τοῦ Ῥιζίου εἰς Ἀσκούρναν ποταμὸν στάδια λ, μίλια δ΄. Ἀπὸ δὲ τοῦ Ἀσκούρνα ποταμοῦ εἰς Ἀδινῆον, τὸν ἤδη λεγόμενον ἀδιηνὸν ποταμὸν, στάδια ξ΄, μίλια η΄· ἔχει σάλον σύμμετρον ναυσίν. Ἀπὸ δὲ τοῦ ἀδινῃου ποταμοῦ εἰς Κόρδουλω χωρίον στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κορδύλων εἰς Ἀθήνας χωρίον στάδια π΄, μίλια ι΄, ∠΄Ϛ΄. ἐνταῦθα ὅρμος ναυσίν. Ἐστι γὰρ καὶ ἐν Πόντῳ Εὐξείνῳ χωρίον Ἀθῆναι λεγόμενον, ἐν ᾧ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν Ἑλληνικὸν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τούτου τοῦ χωρίου· καὶ φροῦριόν τί ἐστιν ἠμελημένον· ὁ δὲ ὅρμος οἶος ὥρα ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς, καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέψου καὶ αὐτοῦ τοῦ εὕρου· σώζοιτο δ᾿ ἂν καὶ ἀπὸ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλ᾿ οὐ τοῦ γε ἀπαρκτίου, οὐδὲ τοῦ θρασκίου μέν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῆ Ἑλλάδι καλουμένου.