Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 50
Not analysed yet
50. Τὸ δὲ στόμα τῆς λίμνης λέγεται Βόσπορος. Ἀπὸ δὲ Πορθμίου χωρίου ἤτοι τοῦ στομίου τῆς μαιώτιδος λίμνης εἰς πολίχωιον Μφρμηκιῶνα λεγόμενον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Μυρμηκιῶνος εἰς Παντικάπαιον, πόλιν ἐπίσημον Βοσπόρου στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἔχει δὲ καὶ λιμένα μέγαν καὶ νεώρια. Ἐπ᾿ εὐθείας δὲ πλέοντι ἀπὸ Βοσπόρου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Παντικαπαίου πόλεως εἰς Τυριστάκην πόλιν στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Τυριστάκης πόλεως εἰς Νυμφαῖον πόλιν στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς Ἄκρας κωμίον στάδιοι ξε΄, μίλια η΄, ∠΄Ϛ΄. Ἀπὸ δὲ ἄκρας εἰς Κύτας πόλιν, τὴν πρώην λεγομένην Κυδεάκαι, στάδιοι λ΄, μίλια δ΄. Ἀπὸ οὖν Ἀθηναιῶνος μέχρι Κυτῶν Σκῦθαι κατοικοῦσιν. Μετὰ δὲ ταῦτα Βόσπορος ὁ Κιμμερικός ἐστιν. Ἀπὸ δὲ Κυτῶν ἐς Κιμμερικὸν πόλιν στάδιοι ξ΄, μίλια η΄· ἐνταῦθα ὅρμος ναυσὶ τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις. Ἄντικρυς δὲ ἐν τῆ θαλάσσῃ νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο, ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου. Ὁμοῦ ἀπὸ τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἕως τοῦ Κιμμερικοῦ στάδιοι τ΄, μίλια μ΄· ἀπὸ δὲ Παντικαπαίου πόλεως ἕως Κιμμερικοῦ στάδιοι σμ΄, μίλια λβ΄.