Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 51
Not analysed yet
51. Ἀπὸ δὲ Κιμμερικοῦ εἰς κώμην Καζέκας ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Καζέκας εἰς Θευδοσίαν, πόλιν ἔρημον, ἔχουσαν καὶ λιμένα, στάδιοι σπ΄, μίλια λζ΄, γ΄· καὶ αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις, τῶν Μιλησίων ἔποικος, καὶ μνήμη αὐτῆς ἐστὶν ἐν πολλοῖς συγγράμμασι. Νῦν δὲ λέγεται ἡ Θευδοσία τῆ Ἀλανικῇ ἤτοι τῆ ταυρικῇ διαλέκτῳ Ἀρδάβδα, τουτέστιν ἑπτάθεος. Ἐν ταύτῃ δὲ τῇ Θευδοσίᾳ λέγεταί ποτε καὶ φυγάδας ἐκ τοῦ Βοσπόρου οἰκῆσαι.