Ancient Greek
52 to 55
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 52-55
Not analysed yet
52. Ἀπὸ δὲ Θευδοσίας εἰς Ἀθηναιῶνα λιμένα ἤτοι Σκυθοταύρων λιμένα ἔρημον στάδιοι σ΄, μίλια κϚ΄, ∠΄Ϛ΄. ΄ἐνταῦθα ὅρμος ναυσὶν ἄκλυστος. Ἀπὸ οὖν Ἀθηναιῶνος λιμένος ἤτοι Σκυθοταύρων εἰς Λαμπάδα στάδιοι χ΄, μίλια π΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Λαμπάδος εἰς τὸ Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς, ὑψηλὸν ὄρος, στάδιοι σκ΄, μίλια κθ΄, γ΄. 53. Ἐν ταύτῃ τῇ χώρα τῆς Ταυρικῆς τινες λέγουσιν ἀφικέσθαι ποτὲ κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. Εἰσὶν δὲ τοῖς ὄχλοις οἱ Ταῦροι συχνοὶ, βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες, τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασι. 54. Ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσα Ἑλληνίδα, ἢν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοις χερρόνησον οἰκίσαι. 55. Ἀπὸ δὲ Κριοῦ μετώπου εἰς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, ἤτοι Συμβόλων λεγόμενον, στάδιοι τ΄, μίλια μ΄· ἐνταῦθα λιμὴν ἄκλυστος. Ἀπὸ δὲ Συμβόλου λιμένος εἰς Χερρόνησον πόλιν ἤτοι Χερσόνησον τῆς Ταυρικῆς, ἔποικον Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ, στάδιοι ρπ΄, μίλια κδ΄. Ἐνταῦθα ὅρμος καὶ λιμένες καλοί.