Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 57
Not analysed yet
57. Ἀπὸ δὲ Χερσῶνος εἰς Κορονῖτιν ἤτοι Κερκινῖτιν λεγομένην στάδιοι χ΄, μίλια π΄. Ἀπὸ δὲ Κορονίτιδος ἤτοι Κερκινίτιδος εἰς Καλὸν λιμένα Σκυθικὸν Χερσωνίτιδος στάδιοι ψ΄, μίλια ϟγ΄, γ΄. Ἀπὸ οὖν Καλοῦ λιμένος μέχρι τοῦ Ἴστρου ποταμοῦ ἤτοι Δανούβεως καλουμένου πάλιν Σκῦθαι κατοικοῦσιν. Ἀπὸ δὲ Καλοῦ λιμένος κόλπος ἐκδέχεται καλούμενος Καρκινίτης, διήκων εἰς Ταμυράκην· ἔστι δὲ ὁ κόλπος στάδιοι βσν΄, μίλια τ΄. Μὴ περιπλέοντι τοίνυν αὐτὸν, ἀλλʼ ἐπ᾿ εὐθείας διαπλέοντι τὸν ἰσθμὸν, εἰσὶ στάδιοι τ΄, μίλια μ΄. Ἔσω δὲ Ταμυράκης ἔστι λίμνη οὐ μεγάλη.