Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 58
Not analysed yet
58. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου Ταμυράκης παρήκει ὁ Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρὰ καὶ στενή, διήκουσα τὸν πόρον ἐπὶ σταδίους αδ΄, μίλια ρξ΄, τὸ δὲ πλάτος ἔχουσα τετράπλεθρον· τὰ δὲ ἄκρα αὐτῆς νησίζοντα ἔχει· ἀφέστηκε δὲ τῆς ἡπείρου σταδίους ξ΄, μίλια η΄. Κατὰ μέσον δὲ αὐτῆς αὐχήν ἰσθμοειδὴς τῆ ἠπείρῳ συνάπτει, ἐπὶ σταδίους μ΄, μίλια ε΄, γ΄, διήκων τὸ μῆκος. Ἀπὸ Ταμυράκης τοίνυν παραπλεύσαντι τὸν προειρημένον δρόμον ἐπὶ τὸ ἕτερον ἀκρωτήριον τοῦ Ἀχιλλέως δρόμου, ὃ καλεῖται ἱερὸν ἄλσος τῆς Ἑκάτης, εἰσὶν οἱ προειρημένοι στάδιοι ασ΄, μίλια ρξ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ ἄλσους τῆς Ἑκάτης εἰς Βορυσθένην ποταμὸν ναυσίπορον, τὸν νῦν Δάναπριν λεγόμενον, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄.