Ancient Greek
59 to 60
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 59-60
Not analysed yet
59. Οὗτος ὁ Βορυσθένης ποταμὸς πάντων ἐστὶ χρειω δέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους, νομάς τε τοῖς βοσκήμασιν· ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τεσσαράκοντα πλωτόν· εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι καὶ οὐ περάσιμος ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται. 60. Ἐπὶ δὲ ταῖς καθʼ Ὕπανιν καὶ Βορυσθένην ταῖς τῶν δυοῖν ποταμῶν συμβολαῖς ἐστιν κτισθεῖσα πόλις, πρότερον μὲν Ὀλβία καλουμένη, μετὰ δὲ ταῦτα ὑφ᾿ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην δέ κατὰ τὴν Μηδικήν ἐπαρχίαν Μιλήσιοι κτίζουσιν· διακοσίων δέ καὶ τεσσαράκοντα σταδίων τὸν ἀνάπλουν ἀπὸ τῆς θαλάσσης ἔχει τῷ ποταμῷ Βορυσθένει .