Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 68
Not analysed yet
68. Οὗτος ὁ Ἵστρος ποταμὸς ὁ καὶ Δανοῦβις λεγόμενος κατέρχεται ἀπὸ τῶν ἑσπερίων τόπων, τὴν ἐκβολήν πέντε στόμασι ποιούμενος δυσὶ δὲ πόροις σχιζόμενος καὶ εἰς τὸν Ἀδρίαν ῥεῖ. Ἀμέλει δὲ ἄχρι τῆς Κελτικῆς γινώσκεται καὶ τῶ θέρει τὸν πάντα διαμένων χρόνον χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισι καὶ ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τε τηκομένων λαμβάνων ἀεὶ πάγων, ἐν δὲ τῷ θέρει τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει δέ καὶ νήσους ἐν αὐτῷ κειμένας πολλάς τε καὶ μεγάλας τοῖς μεγέθεσιν, ὡς λόγος· ὧν ἡ μεταξῦ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων, ἐστὶν οὐκ ἐλάττων μέν τῆς Ῥόδου νήσου, Πεύκη δὲ λέγεται αὕτη διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν. Εἶθ᾿ οὕτως· Μετʼ αὐτὴν πελαγία κειμένη ἡ προειρημένη τοῦ Ἀχιλλέως νῆσος.