Ancient Greek
69 to 74
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 69-74
Not analysed yet
69. Ἀπὸ δὲ τοῦ Ἱεροῦ στομίου τοῦ Ἴστρου ποταμοῦ εἰς πόλιν Ἴστρον στάδιοι φ΄, μίλια ξϚ΄, ∠΄,Ϛ΄. 70. Αὕτη ἡ πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ ἔλαβεν τὸ ὄνομα. Καὶ ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων, τὸ Κιμμερίους διῶκον ἔκ τοῦ Βοσπόρου. 71. Ἀπὸ δὲ Ἴστρου πόλεως εἰς Τομέων πόλιν ἔχουσαν ὕφορμον στάδιοι τ΄, μίλια μ΄. 72. Τόμοι ἄποικοι γενομένοι Μιλησίων, ὑπὸ Σκυθῶν ἐν κύκλῳ περιοικούμενοι. 73. Ἀπὸ δέ Τομέων εἰς Κάλλατιν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι τ΄, μίλια μ΄. 74. Κάλλατις Ἡρακλεωτῶν ἀποικία κατὰ χρησμὸν γενομένη. ἔκτισαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδόνων ἀρχήν Ἀμύντας παρέλαβεν.