Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 75
Not analysed yet
75. Ἀπὸ δὲ Καλλάτιδος εἰς Καρῶν λιμένα στάδιοι ρπ΄, μίλια κδ΄. Καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κληίζεται. Νῦν δὲ αἱ Καρίαι λέγονται Καρέα. Ἀπὸ δὲ Καρῶν λιμένος εἰς Τετρισιάδα ἤτοι Τίριζαν ἄκραν λεγομένην, ἔχουσαν καὶ ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, νῦν δὲ λεγομένην Ἄκραν, στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Τετρισιάδος ἤτοι Ἄκρας εἰς Βιζώνην πολίχνιον, ἐν σάλος, στάδιοι ξ΄, μίλια η΄.