Ancient Greek
Paragraph 10
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 10
Not analysed yet
10. Ἀπὸ δὲ τῆς Μούνδου, πλεόντων εἰς τήν ἀνατολὴν, ὁμοίως μετὰ δύο δρόμους ἢ τρεῖς, πλησίον κεῖται τὸ Μόσυλον ἐν αἰγιαλῷ δυςόρμῳ. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα γένη καὶ σκεύη ἀργυρᾶ, σιδηρᾶ δὲ ἐλάσσονα, καὶ λιθία, Ἐξάγεται δὲ ἀπὸ τῶν τόπων κασσίας χρῆμα πλεῖστον καὶ ἄλλη εὐωδία καὶ ἀρώματα καὶ χελωνάρια ὀλίγα καὶ μοκρότου, ἧττον τοῦ Μουνδιτικοῦ, καὶ λίβανος ὁ περατικὸς, ἐλέφας δὲ καὶ σμύρνα σπανίως.