Ancient Greek
Paragraph 11
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 11
Not analysed yet
11. Ἀπὸ δὲ τοῦ Μοσύλλου μετὰ δύο δρόμους, παραπλεύσαντι τὸ λεγόμενον Νειλοπτολεμαῖον καὶ ταπατηγη καὶ δαφνῶνα μικρὸν, ἀκρωτήριον Ἐλέφας· ποταμὸν δʼ ἔχει τὸν λεγόμενον Ἐλέφαντα καὶ δαφνῶνα μέγαν λεγόμενον Ἀκάνναι, ἐν ᾗ μονογενῶς λίβανος ὁ περατικὸς πλεῖστος καὶ διάφορος γίνεται.