Ancient Greek
Paragraph 12
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 12
Not analysed yet
12. Καὶ μετὰ ταύτην, τῆς γῆς ὑποχωρούσης εἰς τὸν νότον ἤδη, τὸ τῶν Ἀρωμάτων ἐμπόριον καὶ ἀκρωτήριον τελευταῖον τῆς Βαρβαρικῆς ἠπείρου πρὸς ἀνατολὴν ἀπόκοπον· ὁ δὲ ὅρμος ἐπίσαλος καὶ κατὰ καιροὺς ἐπικίνδωνος διὰ τὸ προσεχῆ τὸν τόπον εἶναι τῷ βορέᾳ. Σημεῖον δὲ τοῦ μέλλοντος χειμῶνος τοπικὸν τὸ τὸν βυθὸν θολερώτερον γίνεσθαι καὶ τὴν χρόαν ἀλλάσσειν. Τούτου δὲ γενομένου πάντες ἀποφεύγουσιν εἰς τὸ μέγα ἀκρωτήριον, τόπον καὶ σκέπην, τὸ λεγόμενον προχωρεῖ εἶτα εἰς λίβα ἡ χώρα ποταμοὺς ἔχεικτλ. Τέβαι. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ὁμοίως τὰ προειρημένα· γίνεται δὲ τὰ ἐν αὐτῷ κασσία καὶ γίζειρ καὶ ἀσύφη καὶ ἄρωμα καὶ μάγλα καὶ μοτὼ καὶ λίβανος.