Ancient Greek
Paragraph 15
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 15
Not analysed yet
15. Ἀπὸ δὲ Ὀπώνης τῆς ἀκτῆς εἰς τὸν νότον ὑποχωρούσης ἐπὶ πλεῖον, πρῶτα μέν ἐστι τὰ λεγομενα μικρὰ Ἀπόκοπα καὶ μεγάλα τῆς Ἀζανίας διὰ ἀγκυροβολίων ποταμοὶ ἐπὶ δρόμους ἓξ παῤ αὐτὸν ἤδη τὸν λίβα εἶτα Αἰγιαλὸς καὶ μικρὸς καὶ μέγας ἐπʼ ἄλλους δρόμους ἓξ καὶ μετʼ αὐτὸν κατὰ τὸ ἑξῆς οἱ τῆς Ἀζανίας δρόμοι, πρῶτον μὲν ὁ λεγόμενος Σαραπίωνος, εἶθʼ ὁ Νίκωνος, μεθʼ ὃν ποταμοὶ πλείονες καὶ ἄλλοι συνεχεῖς ὅρμοι, διῃρημένοι κατὰ σταθμοὺς καὶ δρόμους ἡμερησίους ,τοὺς πάντας ἑπτά, μέχρι Πυραλάων νήσων καὶ τῆς λεγομένης διώρυχος, ἀφʼ ἧς μικρὸν ἐπάνω τοῦ λιβὸς μετὰ δύο δρόμους νυχθημέρους παῤ αὐτὴν τὴν δύσιν εἰτενηδιωμ Μενουθιὰς ἀπαντᾷ νῆσος ἀπὸ σταδίων τῆς γῆς ὡςεὶ τριακοσίων, ταπεινὴ καὶ κατάδενδρος, ἐν ᾗ καὶ ποταμοὶ καὶ ὀρνέων γένη πλεῖστα καὶ χελώνη ὀρεινή. Θηρίων δὲ οὐδὲν ὅλως ἔχει πλὴν κροκοδείλων· οὐδένα δὲ ἀνθρώπων ἀδικοῦσιν. Ἔστι δὲ ἐν αὐτῇ πλοιάρια ῥαπτὰ καὶ μονόξυλα, οἷς χρῶνται πρὸς ἁλίαν καὶ ἄγρον χελώνης. Ἐν δὲ ταύτῆ τῇ νήσῳ καὶ γυργάθοις αὐτὰς ἰδίως λινεύουσιν, ἀντὶ δικτύων καθιέντες αὐτοὺς περὶ τὰ στόματα τῶν προρράχων.