Ancient Greek
Paragraph 16
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 16
Not analysed yet
16. Ἀφʼ ἧς μετὰ δύο δρόμους τῆς ἠπείρου τὸ τελευταιότατον τῆς Ἀζανίας ἐμπόριον κεῖται, τὰ Ῥαπτὰ λεγόμενα, ταύτην ἔχον τὴν προσωνυμίαν ἀπὸ τῶν προειρημένων ῥαπτῶν πλοιαρίων, ἐν ᾧ καὶ πλεῖστός ἐστιν ἐλέφας καὶ χελώνη. Μέγιστοι δὲ σώμασι περὶ ταύτην τὴν χώραν ἄνθρωποι ὁρατοὶ κατοικοῦσι καὶ κατὰ τόπον ἕκαστος ὁμοίως τιθέμενοι τυράννοις. Νέμεται δὲ αὐτὴν, κατά τι δίκαιον ἀρχαῖον ὑποπίπτουσαν τῇ βασιλεία τῆς πρώτης γινομένης Ἀραβίας, ὁ Μοφαρείτης τύραννος. Παρὰ δὲ τοῦ βασιλέως ὑπόφορον αὐτὴν ἔχουσιν οἱ ἀπὸ Μούζα, καὶ πέμπουσιν εἰς αὐτὴν ἐφόλκια τὰ πλείονα κυβερνήταις καὶ χρειακοῖς Ἄραψι χρώμενοι τοῖς καὶ συνήθειαν καὶ ἐπιγαμβρίαν ἔχουσιν ἐμπείροις τε οὖσε τῶν τόπων καὶ τῆς φωνῆς αὐτὼν.