Ancient Greek
Paragraph 17
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 17
Not analysed yet
17. Εἰσφέρεται δὲ εἰς τὰ ἐμπόρια ταῦτα προηγουμένως ἡ τοπικῶς ἐν Μούζα κατασκευαζομένη λόγχη καὶ πελύκια καὶ μαχαίρια καὶ ὀπήτια καὶ λιθίας ὑαλῆς πλείονα γένη, εἰς δέ τινας τόπους οἶνός τε καὶ σῑτος οὐκ ὀλίγος, οὐ πρὸς ἐργασίαν ἀλλὰ δαπάνης χάριν εἰς φιλανθρωπίαν τῶν βαρβάρων. Ἐκφέρεται δὲ ἀπὸ τῶν τόπων ἐλέφας πλεῖστος καὶ ῥινόκερως καὶ χελώνη διάφορος μετὰ τὴν Ἰνδικὴν καὶ ναύπλιος ὀλίγος.