Ancient Greek
Paragraph 19
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 19
Not analysed yet
19. Ἐκ δὲ τῶν εὐωνύμων Βερνίκης ἀπὸ Μυὸς ὅρμου δυσὶ δρόμοις ἢ τρισὶν εἰς τὴν ἀνατολὴν διαπλεύσαντι τὸν παρακείμενον κόλπον ὅρμος ἐστὶν ἕτερος καὶ φρούριον, ὃ λέγεται Λευκὴ κώμη, διʼ ἧς ὁδός ἐστιν εἰς Πέτραν πρὸς Μάλιχον, βασιλέα Ναβαταίων. Ἔχει δὲ ἐμπορίου τινὰ καὶ αὐτὴ τάξιν τοῖς ἀπὸ τῆς Ἀραβίας ἐξαρτιζομένοις εἰς αὐτὴν πλοίοις οὐ μεγάλοις. Διὸ καὶ εἰς αὐτήν καὶ παραλήπτης τῆς τετάρτης τῶν εἰσφερομένων φορτίων, καὶ παραφυλακῆς χάριν ἑκατοντάρχῆς μετὰ στρατεύματος ἀποστέλλεται.