Ancient Greek
Paragraph 20
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 20
Not analysed yet
20. Μετὰ δὲ ταύτην εὐθέως ἐστὶ συναφὴς Ἀραβικὴ χώρα, κατὰ μῆκος ἐπὶ πολὺ παρατείνουσα τῇ Ἐρυθρᾷ θαλάσσῃ. Διάφορα δὲ ἐν αὐτῇ ἔθνη κατοικεῖται, τινὰ μὲν ἐπὶ ποσὸν, τινὰ δὲ καὶ τελείως τῆ γλώσση διαλάσσοντα. Τούτων τὰ παρὰ θάλασσαν ὁμοίως Ἰχθυοφάγων μάνδραις διείληπται, τὰ δὲ ἐπάνω κατὰ κώμας καὶ νομαδίας οἰκεῖται πονηροῖς ἀνθρώποις διφώνοις, οἷς παραπίπτοντες ἀπὸ τοῦ μέσου πλόου οἱ μὲν διαρπάζονται, οἱ δὲ καὶ ἀπὸ ναυαγίων σωθέντες ἀνδραποδίζονται. Διὸ καὶ συνεχῶς ἀπὸ τῶν τυράννων καὶ βασιλέων τῆς Ἀραβίας αἰχμαλωτίζονται· λέγονται δὲ Κανρσῖται. Καθόλου μὲν οὖν οὗτος ὁ τῆς Ἀραβικῆς ἠπείρου παράπλους ἐστὶν ἐπισφαλὴς, καὶ ἀλίμενος ἡ χώρα καὶ δύσορμος καὶ ἀκάθαρτος ῥαχίαις καὶ σπίλοις ἀπρόσιτος καὶ κατὰ πάντα φοβερά. Διὸ καὶ εἰσπλέοντες τὸν μέσον πλοῦν κατέχομεν καὶ εἰς τὴν Ἀραβικήνχώραν μᾶλλον παροξύνομεν ἄχρι τῆς Κατακεκαυμένης νήσου, μεθʼ ἣν εὐθέως ἡμέρων ἀνθρώπων καὶ νομαδιαίων θρεμμάτων καὶ καμήλων συνεχεῖς χῶραι.