Ancient Greek
Paragraph 21
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 21
Not analysed yet
21. Καὶ μετὰ ταύτας ἐν κόλπῳ τῷ τελευταιοτάτῳ τῶν εὐωνύμων τούτου τοῦ πελάγους ἐμπόριόν ἐστι νόμιμον παραθαλάσσιον Μούζα, σταδίους ἀπέχον τοὺς πάντας ἀπὸ Βερνίκης, παῤ αὐτὸν τὸν νότον πλεόντων, ὡς εἰς μυρίους δισχιλίους. Τὸ μὲν ὅλον Ἀράβων ναυκληρικῶν ἐνθρώπων καὶ ναυτικῶν πλεονάζει καὶ τοῖς ἀπʼ ἐμπορίας πράγμασι κινεῖται· συγχρῶνται γὰρ τῇ τοῦ πέραν ἐργασίᾳ καὶ Βαρυγάζων ἰδίοις ἐξαρτισμοῖς.