Ancient Greek
Paragraph 24
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 24
Not analysed yet
24. Τὸ δὲ ἐμπόριον ἡ Μούζα ἀλίμενον μὲν εὔσαλον δὲ καὶ εὔορμον διὰ τὰ περὶ αὐτὴν ἀμμόγεια ἀγκυροβόλια. Φορτία δὲ εἰς αὐτὴν προχωρεῖ πορφύρα, διάφορος καὶ χυδαία, καὶ ἱματισμὸς Ἀραβικὸς χειριδωτὸς, ὅ τε ἁκλοῦς καὶ ὁ κοινὸς, καὶ σκοτουλάτος καὶ διάχρυσος, καὶ κρόκος καὶ κύπερος καὶ ὀθόνιον καὶ ἀβόλλαι καὶ λώδιικες οὐ πολλαὶ, ἁπλοῖ τε καὶ ἐντόπιοι, ζῶναι σκιωταὶ καὶ μύρον μέτριον καὶ χρῆμα ἱκανὸν οἶνός τε καὶ σῖτος οὐ πολύς. Φέρει γὰρ καὶ ἡ χώρα πυρὸν μετρίως καὶ οἶνον πλείονα. Τῷ δὲ βασιλεῖ καὶ τῷ τυράννῳ δίδονται ἵπποι τε καὶ ἡμίονοι νωτηγοὶ καὶ χρυσώματα καὶ τορνευτὰ ἀργυρώματα καὶ ἱματισμὸς πολυτελὴς καὶ χαλκουργήματα. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν, σμύρνα ἐκλεκτὴ καὶ στακτὴ *ἀβειρμιναία, λύγδος καὶ τὰ ἀπὸ τῆς πέραν Ἀδουλὶ προειρημένα φορτία πέντα. Πλεῖται δὲ εἰς αὐτὴν εὐκαίρως περὶ τὸν Σεπτέμβριον μῆνα, ὅς ἐστι Θώθ· οὐδὲν δὲ κωλύει κἂν τάχιον.