Ancient Greek
Paragraph 25
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 25
Not analysed yet
25. Μετὰ δὲ ταύτην ὡσεὶ τριακοσίους παραπλεύσαντες σταδίους, ἤδη συνερχομένης τε τῆς Ἀραβικῆς ἠπείρου καὶ τῆς πέραν κατὰ τὸν Aὐαλίτην Βαρβαρικῆς χώρας, αὐλών ἐστιν οὐ μακρὸς, ὁ συνάγων καὶ εἰς στενὸν ἀποκλείων τὸ πέλαγος, οδ τὸν μεταξὺ πόρον ἑξήκοντα σταδίων μεσολαβεῖ νῆσος ἡ Διοδώρου· διὸ καὶ ῥοώδης, καταπνεόμενος ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἐστὶν ὁ κατʼ αὐτὴν διάπλους. Κατὰ τοῦτον τὸν ἰσθμὸν παραθαλάσσιός ἐστιν Ἀράβων κώμη τῆς αὐτῆς τυραννίδος Ὄκηλις, οὐχ οὕτως ἐμπόριον ὡς ὅρμος καὶ ὕδρευμα καὶ πρώτη καταγωγὴ τοῖς ἔσω διαίρουσι.