Ancient Greek
Paragraph 26
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 26
Not analysed yet
26. Μετὰ δὲ Ὄκηλιν, ἀνοιγομένης πάλιν τῆς θαλάσσης εἰς ἀνατολὴν καὶ κατὰ μικρὸν εἰς πέλαγος ἀποφαινομένης, ἀπὸ σταδίων ὡς χιλίων διακοσίων ἐστὶν Εὐδαίμων Ἀραβία, κώμη παραθαλάσσιος, βασιλείας τῆς αὐτῆς Χαριβαὴλ, τοὺς ὅρμους μὲν ἐπιτηδείους καὶ ὑδρεύματα γλυκύτερα καὶ κρείσσονα τῆς Ὀκήλεως ἔχουσα, ἤδη δὲ ἐν ἀρχῇ κόλπου κειμένη τῷ τὴν χώραν ὑποφεύγειν. Εὐδαίμων δʼ ἐπεκλήθη, πρότερον οὖσα πόλις, ὅτε, μήπω ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Αἴγυπτον ἐρχομένων μηδὲ ἀπὸ τῆς Αἰγύπτου τολμώντων εἰς τοὺς ἔσω τόπους διαίρειν, ἀλλʼ ἄχρι ταύτης παραγινομένων, τοὺς παῤ ἀμφοτέρων φόρτους ἀπεδέχετο, ὥσπερ Ἀλεξάνδρεια καὶ τῶν ἔξωθεν καὶ τῶν ἀπὸ τῆς Αἰγύπτου φερομένων ἀποδέχεται. Νῦν δὲ οὐ πρὸ πολλοῦ τῶν ἡμετέρωνχρόνων Καῖσαρ αὐτὴν κατεστρέψατο.