Ancient Greek
Paragraph 3
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 3
Not analysed yet
3. Μετὰ δὲ τοὺς Μοσχοφάγους ἐπὶ θαλάσσης μικρὸν ἐμπόριόν ἐστιν, ἀπέχον τὸ πέρας τῆς ἀνακομιδῆς σταδίους περὶ τετράκιςχιλίους, Πτολεμαῒς ἡ τῶν θηρῶν λεγομένη, ἀφʼ ἧς οἱ ἐπὶ Πτολεμαίων τῶν βασιλέων θηρευταὶ ἐντὸς ἀνέβησαν. Ἔχει δὲ τὸ ἐμπόριον χελώνην ἀληθινήν καὶ χερσαίαν ὀλίγην καὶ λευκὴν μικροτέραν τοῖς ὀστράκοις· εὑρίσκεται δὲ ἐν αὐτῇ ποτὲ μὲν ἐλέφας ὀλίγος, ὅμοιος τῷ Ἀδουλιτικῷ. Ὁ δὲ τόπος ἀλίμενος καὶ σκάφαις μόνον τὴν ἀποδρομὴν ἔχων.