Ancient Greek
Paragraph 4
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 4
Not analysed yet
4. Μετὰ δὲ τὴν Πτολεμαΐδα τὴν τῶν θηρῶν ἀπὸ σταδίων ὡς τριςχιλίων ἐμπόριόν ἐστι νόμιμον ἡ Ἀδουλὶ, κείμενον ἐν κόλπῳ βαθεῖ κατ᾿ αὐτὸν τὸν νότον, οὖ πρόκειται νῆσος Ὀρεινὴ λεγομένη, τοῦ μὲν ἐσωτάτου κόλπου σταδίους ὡς εἰς πέλαγος ἀπέχουσα διακοσίους, ἐξ ἀμφοτέρων δὲ τῶν μερῶν παρακειμένην ἔχουσα τὴν ἤπειρον, ἐν ᾗ νῦν ὁρμεῖ τὰ καταγόμενα πλοῖα διὰ τὰς ἐκ τῆς γῆς καταδρομάς. Πρῶτον μὲν γὰρ ὥρμει κατʼ αὐτὸν τὸν ἐσώτατον κόλπον ἐν τῆ Διοδώρου λεγο μένη νήσῳ παῤ αὐτήν τὴν ἤπειρον, ἐχούσῃ πεζῇ τὴν διάβασιν, διʼ ἧς οἱ κατοικοῦντες βάρβαροι κατέτρεχον τὴν νῆσον. Καὶ κατʼ αὐτὴν τὴν ἐν τῇ Ὀρεινῇ ἤπειρον ἀπὸ σταδίων εἴκοσι τῆς θαλάσσης ἐστὶν ἡ Ἀδουλὶ μari κώμη σύμμετρος, ἀφʼ ἧς εἰς μὲν Κολόην μεσόγειον πόλιν καὶ πρῶτον ἐμπόριον τοῦ ἐλέφαντος, ὁδός ἐστιν ἡμερῶν τριῶν. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν μετρόπολιν τῶν Aὐξωμιτῶν λεγομένων ἄλλων ἡμερῶν πέντε, εἰς ἣν ὁ πᾶς ἐλέφας ἀπὸ τοῦ πέραν τοῦ Νείλου φέρεται διὰ τοῦ λεγομένου Κυηνείου, ἐκεῖθεν δὲ εἰς Ἀδουλί, Τὸ μὲν οὖν ὅλον πλῆθος τῶν φονευομένων ἐλεφάντων ἢ ῥινοκερώτων περὶ τοὺς ἄνω νέμεται τόπους, σπανίως δέ ποτε καὶ ἐν τῷ παρὰ θάλασσαν περὶ αὐτὴν τὴν Ἀδουλὶ θεωροῦνται. Πρόκεινται δὲ τοῦ ἐμπορίου καὶ κατὰ πέλαγος ἄλλαι νῆσοι μικραὶ ἐκ δεξιῶν πλείονες, Ἀλαλαίου λεγόμεναι, χελώνην ἔχουσαι τὴν εἰς τὸ ἐμπόριον φερομένην ὑπὸ τῶν Ἰχθυοφάγων.