Ancient Greek
Paragraph 30
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 30
Not analysed yet
30. Τούτου δʼ ἐστὶν ἀκρωτήριον τοῦ κόσμου μέγιστον, ἀποβλέπον εἰς ἀνατολὴν, ὁ καλούμενος Σύαγρος, ἐφ’ οἷ φρούριόν ἐστι τῆς χώρας καὶ λιμήν καὶ ἀποθήκη τοῦ συναγομένου λιβάνου· καὶ κατὰ τοῦτον ἐν τῷ πελάγει νῆσος, ἀνὰ μέσον τούτου καὶ τοῦ πέραν ἀκρωτηρίου τῶν Ἀρωμάτων, τῷ Συάγρῳ συνορίζουσα μᾶλλον, ἡ Διοσκορίδου καλουμένη, μεγίστη μὲν ἔρημος δὲ καὶ κάθυγρος, ἔχουσα ποταμοὺς ἐν αὑτῇ καὶ κροκοδείλους καὶ ἐχίδνας πλείστας καὶ σαύρας ὑπερμεγέθεις, ὧν τὸ κρέας ἐσθίουσι τὸ δὲ λίπος τήκουσι καὶ ἀντʼ ἐλαίου χρῶνται· καρπὸν δὲ οὔτε ἀμπέλου οὔτε σιτικὸν ἡ νῆσος φέρει. Οἱ δʼ ἐνοικοῦντες αὐτὴν ὀλίγοι κατὰ μίαν πλευρὰν τῆς νήσου τὴν πρὸς ἀπαρκτίαν οἰκοῦσι, καθʼ ὃ μέρος ἀποβλέπει τὴν ἤπειρον· εἶσὶ δὲ ἐπίξενοι καὶ ἐπίμικτοι Ἀράβων τε καὶ Ἰνδῶν καὶ ἔτι Ἐλλήνων τῶν πρὸς ἐργασίαν ἐκπλεόντων. Φέρει δὲ ἡ νῆσος χελώνην τήν τε ἀληθινὴν καὶ χερσαίαν καὶ τὴν λευκὴν, πλείστην τε καὶ διάφορον τοῖς ὀστράκοις μείζοσι, τήν τε ὀρεινὴν ὑπερμεγέθη καὶ παχύτατον ὄστρακον ἔχουσαν, οὗ τὰ παρὰ τὴν κοιλίαν μέρη μὲν τομὴν οὐκ ἐπιδέχεται, καίπερ στερρότερα ὄντα· ὁλοτελῶς δὲ τὰ εὐχρηστοῦντα εἰς γλωσσόκομα καὶ πινακίδια καὶ μαγίδια καὶ τοιαύτην τινὰ γρύτην κατατέμνεται. Γίνεται δὲ ἐν αὐτῇ καὶ κιννάβαρι τὸ λεγόμενον Ἰνδικὸν, ἀπὸ τῶν δένδρῶν ὡς δάκρυ συναγόμενον.