Ancient Greek
Paragraph 31
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 31
Not analysed yet
31. Ὑποπίπτει μὲν οὖν, ὥςπερ ἡ Ἀζανία Χαριβαῆλι καὶ τῷ Μαφαρείτῃ τυράννῳ, καὶ ἡ νῆσος αὐτῷ τῷ βασιλεῖ τῆς λιβανωτοφόρου. Συνεχρήσαντο δὲ αὐτῇ καὶ ἀπὸ Μούζα τινὲς καὶ τῶν ἐκπλεόντων ἀπὸ Aιμυρικῆς καὶ Βαρυγάζων ὅσοι κατὰ τύχην εἰς αὐτὴν ἐπιβάλλοντες ὄρυζάν τε καὶ σῖτον καὶ ὀθόνην Ἰνδικὴν ἀντικαταλλασσόμενοι καὶ σώματα θηλυκὰ διὰ σπάνιν ἐκεῖ προχωροῦντα, χελώνην ἀντεφορτίζοντο πλείστην· νῦν δὲ ὑπὸ τῶν βασιλέων ἡ νῆσος ἐκμεμίσθωται καὶ παραφυλάσσεται.