Ancient Greek
Paragraph 35
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 35
Not analysed yet
35. Περὶ δὲ τὴν ἐσχάτην κεφαλήν τῶν Καλαίου νήσων καὶ τὸ λεγόμενον Καλὸν ὄρος ἐκδέχεται μετʼ οὐ πολὺ τὸ στόμα τῆς Περσικῆς, καὶ πλεῖσται κολυμβήσεις εἰσὶ τοῦ πινικίου κόγχου. Τούτου δὲ τοῦ στόματος ἐκ τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν, ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς ἀφορώμενον ἄλλο στρογγύλον ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς ὁ διάπλους τοῦ στόματος ὡς σταδίους ἑξακοσίους, διʼ οὗ μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους ὁ Περσικὸς κόλπος ἀναχεῖται, καθʼ ὃν ἐν τοῖς ἐσχάτοις αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον ἡ Ἀπολόγου, κειμένη κατὰ Πασίνου Χάρακα καὶ ποτάμον Εὐφράτην.