Ancient Greek
Paragraph 34
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 34
Not analysed yet
34. Περικολπίζοντι δὲ τὴν ἐχομένην ἤπειρον εἰς αὐτὴν τὴν ἄρκτον ἤδη περὶ τὴν εἰσβολὴν τῆς Περσικῆς θαλάσσης κεῖνται νῆσοι πλείονες, αἱ Καλαίου λεγόμεναι ,σχεδὸν ἐπὶ σταδίους δισχιλίους παρατεταμμέναι τῇ χώρᾳ· πονηροὶ δὲ οἱ κατοικοῦντες αὐτὰς ἄνθρωποι καὶ ἡμέρας οὐ πολύ τι βλέποντες.