Ancient Greek
Paragraph 39
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 39
Not analysed yet
39. Τὰ μὲν οὖν πλοῖα κατὰ τὴν Βαρβαρικὴν διορμίρεται διὰ τοῦ ποταμοῦ τῷ βασιλεῖ. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ἱματισμὸς ἁπλοῦς ἱκανὸς καὶ νόθος οὐ πολὺς, πολύμιτα καὶ χρυσόλιθον καὶ κοράλλιον καὶ στύραξ καὶ λίβανος καὶ ὑαλὰ σκεύη καὶ ἀργυρώματα καὶ χρῆμα, οἶνος δ οὐ πολύς. Ἀντιφορτίζεται δὲ κόστος, βδέλλα, λύκιον, νάρδος καὶ καλλεανὸς λίθος καὶ σάπφειρος καὶ Σηρικὰ δέρματα καὶ ὀθόνιον καὶ νῆμα Σηρικὸν καὶ Ἰνδικὸν μέλαν. Ἀνάγονται δὲ καὶ αὐτοὶ οἱ πλέοντες μετὰ τῶν Ἰνδκῶν περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί· δυςεπίβολος μὲν, ἐπιφορώτερος δὲ ἐκείνων καὶ συντομώτερος ὁ πλοῦς.