Ancient Greek
Paragraph 40
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 40
Not analysed yet
40. Μετὰ δὲ τὸν Σίνθον ποταμὸν ἕτερός ἐστι κόλπος ἀθεώρητος παρὰ τὸν βορέαν· ὀνομάζεται δὲ Εἰρινὸν, ἐπιλέγεται δὲ ὁ μὲν μικρὸν ὁ δὲ μέγα· πελάγη δέ ἐστιν ἀμφότερα τεναγώδη καὶ δίνας ἐλαφρὰς ἔχοντα καὶ συνεχεῖς καὶ μακρὰς ἀπὸ τῆς γῆς, ὡς πολλάκις, τῆς ἠπείρου μηδὲ βλεπομένης, ἐποκέλλειν τὰ πλοῖα, ἐνδοτέρω δὲ προληφθέντα καὶ ἀπόλλυσθαι. Τούτου δὲ ὑπερέχει τοῦ κόλπου ἀκρωτήριον, ἐπικαμπὲς ἀπὸ τοῦ Εἰρίνου μετὰ τὴν ἀνατολὴν καὶ τὸν νότον ὡς εἰς τὴν δύσιν, ἐμπεριλαμβάνον αὐτὸν τὸν κόλπον λεγόμενον Βαράκην, νήσους ἑπτὰ ἐμπεριειλημμένον, οὗ περὶ μὲν τὰς ἀρχὰς οἱ περιπεσόντες ὀλίγον ὀπίσω καὶ εἰς τὸ πέλαγος ἀναδραμόντες ἐκφεύγουσιν, οἱ δὲ εἰς αὐτὴν κατακλεισθέντες τὴν τοῦ Βαράκου κοιλίαν ἀπόλλυνται τὸ μὲν γὰρ κῦμα μέγα καὶ βαρὺ λίαν, ἡ δὲ θάλασσα ταραχώδης καὶ θολερὰ καὶ δίνας ἔχουσα καὶ ῥοώδεις εἰλίγγους. Ὁ δὲ βυθὸς ἔν τισι μὲν ἀπόκοπος ἔν τισι δὲ πετρώδης καὶ ἀπόξυρος, ὥστε τέμνεσθαι τὰς παρακειμένας ἀγκύρας διὰ ταχέων ἀποκοπτομένας, ἃς δὲ καὶ συντριβομένας ἐν τῷ βυθῷ. Σημεῖον δʼ αὐτῶν τοῖς ἀπὸ πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ὑπερμεγέθεις καὶ μέλανες ἐν γὰρ τοῖς μετὰ ταῦτα τόποις καὶ τοῖς περὶ Βαρύγαζα μικρότεροι καὶ τῷ χρώματι χλωροὶ καὶ χρυσίζοντες ὑπαντῶσιν.