Ancient Greek
Paragraph 45
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 45
Not analysed yet
45. Πᾶσα μὲν ἡ Ἰνδικὴ χώρα ποταμοὺς ἔχει πλμίστους, ἀμπώτεις τε καὶ πλήμας μεγίστας, συναυξομένας ὑπὸ τὴν ἀνατολὴν καὶ τὴν πανσέληνον ἄχρι τριῶν ἡμερῶν, καὶ τοῖς μεταξὺ καταστήμασι τῆς σελήνης ἐλασσουμένας, πολὺ δὲ μᾶλλον ἡ κατὰ Βαρυγάζων, ὥστε αἰφνίδιον τόν τε βυθὸν δρᾶσθαι, καὶ τινα μέρη τῆς ἠπείρου, ποτὶ δὲ ξηρὰ τὰ πρὸ μικροῦ πλωῖζόμενα, τούς τε ποταμοὺς ὑπὸ τὴν εἰσβολὴν τῆς πλήμης, τοῦ πελάγους ὅλου συνωθουμένου, σφοδρότερον ἄνω φέρεσθαι τοῦ κατὰ φύσιν ῥεύματος ἐπὶ πλείστους σταδίους.