Ancient Greek
Paragraph 46
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 46
Not analysed yet
46. Διὸ καὶ κινδυνώδεις εἰσὶν αἱ τῶν πλοίων προσαγωγαὶ καὶ ἐξαγωγαὶ τοῖς ἀπείροις καὶ πρώτως εἰσάγουσιν εἰς τὸ ἐμπόριον. Γινομένης γὰρ ὁρμῆς ἤδη περὶ τὴν πλήμην οὐδὲν παριεμένης οὐκ ἀντέχουσιν αἱ ἄγκυραι· διὸ καὶ τὰ προληφθέντα πλοῖα τῇ ἰναίᾳ, πλαγιασθέντα ὑπὸ τῆς ὀξύτητος τοῦ ῥοὸς, ἐποκέλλει τοῖς τενάγεσι καὶ ἀνακλᾶται, τὰ δὲ μικρότερα καὶ περιτρέπεται, τινὰ δὲ καὶ περὶ τὰς διώρυχας ἀποκεκλικότα διὰ τὸ περὶ τὴν ἄμπωτιν, ὅταν μὴ διερείσῃς, τῆς πλήμης αἰφνίδιον ἐπελθούσης, ὑπὸ τῆς πρώτης κεφαλῆς τοῦ ῥοὸς ἐμπίμπλαται. Τοσαῦται γὰρ περὶ τὴν εἰσβολὴν τῆς θαλάσσης γίνονται βίαι κατὰ τὰς νεομηνίας ὑπὸ τὴν νυκτερινὴν μάλιστα πλήμην, ὥστε ἀρχομένης ἤδη τῆς εἰσαγωγῆς, ὅταν ἠρεμῇ τὸ πέλαγος, ὑπʼ αὐτοῦ φέρεσθαι τοῖς ἐπὶ τοῦ στόματος παραπλήσιον βοῇ στρατοπέδου μακρόθεν ἀκουομένῃ, καὶ μετʼ ὀλίγον αὐτὴν ἐπιτρέχειν τοῖς τενάγεσι ῥοίζῳ τὴν θάλασσαν.