Ancient Greek
Paragraph 47
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 47
Not analysed yet
47. Ἐπίκειται δὲ τοῖς Βαρυγάζοις κατὰ τὰ μεσόγεια πλείονα ἔθνη, τό τε τῶν Ἀρατρίων καὶ Ἀραχωσίων καὶ Γανδαραίων καὶ τῆς Προκλαΐδος, ἐν ᾗ ἡ Βουκέφαλος Ἀλεξάνδρεια. Καὶ τούτων ἐπάνω μαχιμώτατον ἔθνος Βακτριανῶν, ὑπὸ βασιλέα ὄντων ἰδιότοπον. Καὶ Ἀλέξανδρος ὁρμηθεὶς ἀπὸ τῶν μερῶν τούτων ἄχρι τοῦ Γάγγους διῆλθε, καταλιπὼν τήν τε Λιμυρικήν καὶ τὰ νότια τῆς Ἰνδικῆς· ἀφʼ οὗ μέχρι νῦν ἐν Βαρυγάζοις παλαιαὶ προχωροῦσι δραχμαὶ, γράμμασιν Ἑλληνικοῖς ἐγκεχαραγμέναι ἐπίσημα τῶν μετʼ Ἀλέξανδρον βεβασιλευκότων Ἀπολλοδότου καὶ Μενάνδρου.