Ancient Greek
Paragraph 51
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 51
Not analysed yet
51. Τῶν δὲ ἐν αὐτῇ τῇ Δαχιναβάδει δύο ἐστὶ τὰ διασημότατα ἐμπόρια, Παίθανα μὲν ἀπὸ Βαρυγάζων ἀπέχοντα ὁδὸν ἡμερῶν εἴκοσι πρὸς νότον, ἀπὸ δὲ ταύτης ὡς ἡμερῶν δέκα πρὸς ἀνατολὴν ἑτέρα πόλις μεγίστη Τάγαρα. Κατάγεται δὲ ἐξ αὐτῶν, πορείαις ἁμαξῶν καὶ ἀνοδίαις μεγίσταις εἰς τὰ Βαρύγαζα ἀπὸ μὲν Παιθάνων ὀνυχίνη λιθία πλείστη, ἀπὸ δὲ Ταγάρων ὀθόνιον πολὺ χυδαῖον καὶ σινδόνων παντοῖα καὶ μολόχινα καί τινα ἄλλα τοπικῶς ἐκεῖ προχωροῦντα φορτία τῶν παραθαλασσίων μερῶν. Ὁ δὲ ὅλος παράπλους μέχρι τῆς Λιμυρικῆς ἐστὶ σταδίων ἑπτακισχιλίων, πλεῖστοι δὲ εἰς Aἰγιαλόν.