Ancient Greek
Paragraph 52
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 52
Not analysed yet
52. Τοπικὰ δὲ ἐμπόρια κατὰ τὸ ἑξῆς κείμενα Ἀκαβάρου, Σούππαρα, Καλλίενα πόλις, ἐπὶ τῶν Σαραγάνου τοῦ πρεσβυτέρου χρόνων ἐμπόριον ἔνθεσμον γενόμενον· μετὰ γὰρ τὸ κατασχεῖν αὐτὴν Σανδένην ἐκωλύθη ἐπὶ πολὺ, καὶ γὰρ τὰ ἐκ τύχης εἰς τούτους τοὺς τόπους εἰσβάλλοντα πλοῖα Ἑλληνικὰ μετὰ φυλακῆς εἰς Βαρύγαζα εἰσάγεται.