Ancient Greek
Paragraph 55
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 55
Not analysed yet
55. Ἑτέρα δὲ κατʼ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων ἐπὶ τῆς ἀναγωγῆς προκαταβαίνουσι τὰ πλοῖα καὶ ἐπὶ σάλου διορμίζεται πρὸς ἀνάληψιν τῶν φορτίων διὰ δὴ τὸν ποταμὸν ἕρματα καὶ διάπλους ἔχειν ἐλαφρούς. Αὐτοὶ δὲ οἱ βασιλεῖς ἀμφοτέρων τῶν ἐμπορίων ἐν τῆ μεσογείᾳ κατοικοῦσι. Καὶ περὶ τούσδε τοὺς τόπους τοῖς ἐκ πελάγους ἐρχομένοις σημεῖον ἐπιβολῆς εἰσιν οἱ προαπαντῶντες ὄφεις, μέλανες μὲν καὶ αὐτοὶ τὴν χρόαν, βραχύτεροι δὲ καὶ δρακοντοειδεῖς τὴν κεφαλήν καὶ τοῖς ὄμμασιν αἱματώδεις.