Ancient Greek
Paragraph 54
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 54
Not analysed yet
54. Βασιλείας δʼ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου, κώμη παραθαλάσσιος ἔνσημος· ἡ δὲ Μουζιρὶς βασιλείας μὲν τῆς αὐτῆς, ἀκμάζουσα δὲ τοῖς ἀπὸ τῆς Ἀριακῆς εἰς αὐτὴν ἐρχομένοις πλοίοις καὶ τοῖς Ἑλληνικοῖς· κεῖται δὲ παρὰ ποταμὸν, ἀπέχουσα ἀπὸ μὲν Τύνδεως διὰ τοῦ ποταμοῦ καὶ διὰ θαλάσσης σταδίους πεντακοσίους, ἀπὸ δὲ τοῦ κατʼ αὐτὴν εἴκοσι. Ἡ δὲ gentu, Νέλκυνδα σταδίους μὲν ἀπὸ Μουζιρέως ἀπέχει σχεδὸν πεντακοσίους, ὁμοίως διά τε ποταμοῦ καὶ διὰ θαλάσσης, βασιλείας δέ ἐστιν ἑτέρας, τῆς Πανδίονος· κεῖται δὲ καὶ αὐτὴ παρὰ ποταμὸν, ὡσεὶ ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς θαλάσσης.